Καινή Διαθήκη

Προσ Κολοσσαεισ 1:11-20 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

11. ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν,

12. μετὰ χαρᾶς εὐχαριστοῦντες τῷ Θεῷ καὶ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,

13. ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,

14. ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·

15. ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου,πρωτότοκος πάσης κτίσεως,

16. ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα,τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς,τὰ ὁρατὰ καὶ τὰ ἀόρατα,εἴτε θρόνοι εἴτε κυριότητεςεἴτε ἀρχαὶ εἴτε ἐξουσίαι·τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·

17. καὶ αὐτός ἐστι πρὸ πάντων,καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε,

18. καὶ αὐτός ἐστιν ἡ κεφαλὴτοῦ σώματος, τῆς ἐκκλησίας·ὅς ἐστιν ἀρχή,πρωτότοκος ἐκ τῶν νεκρῶν,ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,

19. ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι

20. καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν,εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι᾽ αὐτοῦεἴτε τὰ ἐπὶ τῆς γῆςεἴτε τὰ ἐν τοῖς οὐρανοῖς.

Διαβάστε πλήρες κεφάλαιο Προσ Κολοσσαεισ 1