Καινή Διαθήκη

Πραξεισ Αποστολων 6:6-10 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

6. οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.

7. καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν ῾Ιερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ᾿Ιουδαίων ὑπήκουον τῇ πίστει.

8. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.

9. ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ ᾿Αλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ ᾿Ασίας συζητοῦντες τῷ Στεφάνῳ,

10. καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.

Διαβάστε πλήρες κεφάλαιο Πραξεισ Αποστολων 6