Καινή Διαθήκη

Πραξεισ Αποστολων 27:1-8 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν ᾿Ιταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι ᾿Ιουλίῳ σπείρης Σεβαστῆς.

2. ἐπιβάντες δὲ πλοίῳ ᾿Αδραμυττηνῷ μέλλοντες πλεῖν τοὺς κατὰ τὴν ᾿Ασίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν ᾿Αριστάρχου Μακεδόνος Θεσσαλονικέως,

3. τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ ᾿Ιούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν.

4. κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους,

5. τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας.

6. Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον ᾿Αλεξανδρῖνον πλέον εἰς τὴν ᾿Ιταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.

7. ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην,

8. μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία.

Διαβάστε πλήρες κεφάλαιο Πραξεισ Αποστολων 27