Καινή Διαθήκη

Πραξεισ Αποστολων 26:1-3 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Αγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο·

2. περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ ᾿Ιουδαίων, βασιλεῦ ᾿Αγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον,

3. μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ ᾿Ιουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαί σου μακροθύμως ἀκοῦσαί μου.

Διαβάστε πλήρες κεφάλαιο Πραξεισ Αποστολων 26