Καινή Διαθήκη

Πραξεισ Αποστολων 17:1-7 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Διοδεύσαντες δὲ τὴν ᾿Αμφίπολιν καὶ ᾿Απολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν ᾿Ιουδαίων.

2. κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν,

3. διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, ᾿Ιησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.

4. καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων ῾Ελλήνων πολὺ πλῆθος γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.

5. Προσλαβόμενοι δὲ οἱ ἀπειθοῦντες ᾿Ιουδαῖοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ἐπιστάντες τε τῇ οἰκίᾳ ᾿Ιάσονος ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον·

6. μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον τὸν ᾿Ιάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,

7. οὓς ὑποδέδεκται ᾿Ιάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι, ᾿Ιησοῦν.

Διαβάστε πλήρες κεφάλαιο Πραξεισ Αποστολων 17