Καινή Διαθήκη

Κατα Ματθαιον 5:5-12 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

5. μακάριοι οἱ πραεῖς,ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

6. μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,ὅτι αὐτοὶ χορτασθήσονται.

7. μακάριοι οἱ ἐλεήμονες,ὅτι αὐτοὶ ἐλεηθήσονται.

8. μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

9. μακάριοι οἱ εἰρηνοποιοί,ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

10. μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

11. μακάριοί ἐστεὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.

12. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ματθαιον 5