Καινή Διαθήκη

Κατα Ματθαιον 5:1-15 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,

2. καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων·

3. μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι,ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

4. μακάριοι οἱ πενθοῦντες,ὅτι αὐτοὶ παρακληθήσονται.

5. μακάριοι οἱ πραεῖς,ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

6. μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,ὅτι αὐτοὶ χορτασθήσονται.

7. μακάριοι οἱ ἐλεήμονες,ὅτι αὐτοὶ ἐλεηθήσονται.

8. μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

9. μακάριοι οἱ εἰρηνοποιοί,ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

10. μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

11. μακάριοί ἐστεὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.

12. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.

13. ῾Υμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.

14. ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·

15. οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ματθαιον 5