Καινή Διαθήκη

Κατα Ματθαιον 27:46-52 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

46. περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες;

47. τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι ᾿Ηλίαν φωνεῖ οὗτος.

48. καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.

49. οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας σώσων αὐτόν.

50. ὁ δὲ ᾿Ιησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.

51. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν,

52. καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη,

Διαβάστε πλήρες κεφάλαιο Κατα Ματθαιον 27