Καινή Διαθήκη

Κατα Μαρκον 15:30-35 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

30. σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.

31. ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.

32. ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ ᾿Ισραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.

33. Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης·

34. καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ λέγων· ᾿Ελωῒ ᾿Ελωΐ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;

35. καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε ᾿Ηλίαν φωνεῖ.

Διαβάστε πλήρες κεφάλαιο Κατα Μαρκον 15