Καινή Διαθήκη

Κατα Λουκαν 9:47-57 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

47. ὁ δὲ ᾿Ιησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ

48. καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας.

49. ᾿Αποκριθεὶς δὲ ὁ ᾿Ιωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν.

50. καὶ εἶπε πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾿ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.

51. ᾿Εγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς ῾Ιερουσαλήμ,

52. καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ·

53. καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς ῾Ιερουσαλήμ.

54. ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ ᾿Ηλίας ἐποίησε;

55. στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς·

56. ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

57. Εγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε.

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 9