Καινή Διαθήκη

Κατα Λουκαν 1:65-70 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

65. καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾿Ιουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,

66. καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ.

67. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ῾Αγίου καὶ προεφήτευσε λέγων·

68. Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ ᾿Ισραήλ,ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ,

69. καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖνἐν τῷ οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ,

70. καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων,τῶν ἀπ᾿ αἰῶνος προφητῶν αὐτοῦ,

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 1