Καινή Διαθήκη

Κατα Λουκαν 1:41-55 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

41. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ

42. καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

43. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;

44. ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.

45. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.

46. Καὶ εἶπε Μαριάμ·Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον

47. καὶ ἠγαλλίασε τὸ πνεῦμά μουἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,

48. ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιντῆς δούλης αὐτοῦ.ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί·

49. ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸςκαὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,

50. καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶντοῖς φοβουμένοις αὐτόν.

51. Εποίησε κράτος ἐν βραχίονι αὐτοῦ,διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·

52. καθεῖλε δυνάστας ἀπὸ θρόνωνκαὶ ὕψωσε ταπεινούς,

53. πεινῶντας ἐνέπλησεν ἀγαθῶνκαὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

54. ἀντελάβετο ᾿Ισραὴλ παιδὸς αὐτοῦμνησθῆναι ἐλέους,

55. καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,τῷ ᾿Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 1