Καινή Διαθήκη

Κατα Ιωαννην 20:13-16 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

13. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.

14. καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι ᾿Ιησοῦς ἐστι.

15. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.

16. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ῥαββουνί, ὃ λέγεται, διδάσκαλε.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ιωαννην 20