Καινή Διαθήκη

Β΄ Προσ Τιμοθεον 2:7-13 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

7. νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.

8. Μνημόνευε ᾿Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου,

9. ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.

10. διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ ᾿Ιησοῦ μετὰ δόξης αἰωνίου.

11. Πιστὸς ὁ λόγος·εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·

12. εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·

13. εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει·ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.

Διαβάστε πλήρες κεφάλαιο Β΄ Προσ Τιμοθεον 2