Καινή Διαθήκη

Αποκαλυψη Ιωαννου 7:7-14 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

7. ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες,ἐκ φυλῆς ᾿Ισσάχαρ δώδεκα χιλιάδες,

8. ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,ἐκ φυλῆς ᾿Ιωσὴφ δώδεκα χιλιάδες,ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.

9. Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·

10. καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες·ἡ σωτηρία τῷ Θεῷ ἡμῶντῷ καθημένῳ ἐπὶ τοῦ θρόνουκαὶ τῷ ἀρνίῳ.

11. καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ

12. λέγοντες· ἀμήν·ἡ εὐλογία καὶ ἡ δόξακαὶ ἡ σοφία καὶ ἡ εὐχαριστίακαὶ ἡ τιμὴ καὶ ἡ δύναμιςκαὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶνεἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

13. Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶ καὶ πόθεν ἦλθον;

14. καὶ εἴρηκα αὐτῷ· κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι·οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης,καὶ ἔπλυναν τὰς στολὰς αὐτῶνκαὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.

Διαβάστε πλήρες κεφάλαιο Αποκαλυψη Ιωαννου 7