Καινή Διαθήκη

Αποκαλυψη Ιωαννου 5:9-14 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

9. καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες·ἄξιος εἶλαβεῖν τὸ βιβλίονκαὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,ὅτι ἐσφάγηςκαὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σουἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,

10. καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶνβασιλεῖς καὶ ἱερεῖς,καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.

11. καὶ εἶδον καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,

12. λέγοντες φωνῇ μεγάλῃ·ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένονλαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίανκαὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.

13. καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας·τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτοςεἰς τοὺς αἰῶνας τῶν αἰώνων.

14. καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

Διαβάστε πλήρες κεφάλαιο Αποκαλυψη Ιωαννου 5