Καινή Διαθήκη

Αποκαλυψη Ιωαννου 5:1-10 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.

2. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλη· τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;

3. καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.

4. καὶ ἐγὼ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.

5. καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε. ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς ᾿Ιούδα, ἡ ῥίζα Δαυΐδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

6. Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν.

7. καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.

8. καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·

9. καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες·ἄξιος εἶλαβεῖν τὸ βιβλίονκαὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,ὅτι ἐσφάγηςκαὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σουἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,

10. καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶνβασιλεῖς καὶ ἱερεῖς,καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.

Διαβάστε πλήρες κεφάλαιο Αποκαλυψη Ιωαννου 5