Καινή Διαθήκη

Αποκαλυψη Ιωαννου 19:1-10 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

1. Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων·ἀλληλούϊα·ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,

2. ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ·ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην,ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.

3. καὶ δεύτερον εἴρηκαν·ἀλληλούϊα·καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνειεἰς τοὺς αἰῶνας τῶν αἰώνων.

4. καὶ ἔπεσαν οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες·ἀμήν, ἀλληλούϊα.

5. καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα·αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦκαὶ οἱ φοβούμενοι αὐτόν,οἱ μικροὶ καὶ οἱ μεγάλοι.

6. Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων·ἀλληλούϊα·ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.

7. χαίρωμεν καὶ ἀγαλλιώμεθακαὶ δῶμεν τὴν δόξαν αὐτῷ,ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίουκαὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.

8. καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληταιβύσσινον λαμπρὸν καθαρόν·τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.

9. Καὶ λέγει μοι· γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.

10. Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν ᾿Ιησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ ᾿Ιησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.

Διαβάστε πλήρες κεφάλαιο Αποκαλυψη Ιωαννου 19