Καινή Διαθήκη

Α΄ Πετρου 2:16-25 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

16. ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾽ ὡς δοῦλοι Θεοῦ.

17. πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.

18. Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.

19. τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως.

20. ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ.

21. εἰς τοῦτο γὰρ ἐκλήθητε,ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν,ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸνἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·

22. ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·

23. ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει,πάσχων οὐκ ἠπείλει,παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·

24. ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον,ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοιτῇ δικαιοσύνῃ ζήσωμεν·οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε.

25. ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ᾽ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένακαὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.

Διαβάστε πλήρες κεφάλαιο Α΄ Πετρου 2