11. ᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
12. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ,
13. Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ, ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ, ᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ,
14. ᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ, ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ,
15. ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ, ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν ᾿Ιακώβ,
16. ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ λεγόμενος Χριστός.
17. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
18. Τοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου.